0345-0407 - Iohannes Chrysostomus - De nativitate Joannis Baptistae [1]
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

De nativitate Joannis Baptistae

[00001]    Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου εἰς τὸ γενέθλιον τοῦ ἁγίου Ἰωάννου τοῦ προδρόμου καὶ βαπτιστοῦ.

[00002]    Ἀπαραίτητος σήμερον τῆς διδασκαλίας ὁ λόγος, ἔχει γὰρ Ἰωάννην τὸν βαπτιστὴν ἡ ἐξήγησις, τὴν ἀσίγητον τῆς ἐρήμου φωνήν·

[00003]    ἐγὼ γάρ φησι φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ.

[00004]    Ὅπου δὲ φωνῆς ἄγεται μνήμη, ἀναγκαίως ἡ τῶν λόγων τιμὴ κεχρεώστηται.

[00005]    Ἀλλὰ ποίαν ἡμεῖς τῷ δικαίῳ τούτῳ τιμὴν ἀποτίσωμεν;

[00006]    Κυκλούμεθα πανταχόθεν τοῖς αὐτοῦ κατορθώμασιν·

[00007]    εὐαγγελίζεται γὰρ ἔτι κυοφορούμενος, θαυματουργεῖ παραυτίκα τικτόμενος, προκόπτει ἐν ταῖς ἐρήμοις ἀσκούμενος, τρέφεται τῷ πνεύματι προαγόμενος, μεσιτεύει νόμῳ καὶ χάριτι, κηρύττει μετανοίας τὸ βάπτισμα, βαπτίζει τὸν δεσπότην παραγενόμενον, θεωρεῖ βαπτίζων καὶ τῆς τριάδος τὴν χάριν, μαρτυρεῖ τῇ ἀληθείᾳ βοῶν, ὑποδείκνυσι τὸν προφητευθέντα δεσπότην, ὁμολογεῖ τὸν ἑαυτοῦ ἰσχυρότερον, ὁδηγεῖ πρὸς αὐτὸν τοὺς πιστεύοντας, ἐκεῖνον διδόναι κηρύττει τὸ τέλος, προσάγει λαοὺς τοὺς διψῶντας αὐτὸν ἐπιγινώσκειν, δεσπότην τρέχων μηνύει, αὐτῷ προστρέχειν ἐπείγει, ἐκδιδάσκει τὸ συμφέρον τοὺς ὄχλους, νουθετεῖ καὶ βαπτιζομένους τελώνας, ἐλέγχει καὶ τὸν Ἡρώδην παρανομοῦντα, δέχεται καὶ μακαριζόμενον τέλος.

[00008]    Ποίοις ταῦτα θαυμάσωμεν λόγοις;

[00009]    Ποίαν ἐν τούτοις κινήσωμεν γλῶτταν;

[00010]    Τί τούτων παραλίπωμεν, τί καὶ εἰπεῖν περὶ τούτων ἰσχύσωμεν;

[00011]    Ποία τούτους ἐλπὶς διεγείρει;

[00012]    Μέγα γὰρ τῶν ἐγκωμίων τὸ πλάτος, μέγα τῶν κατορθωμάτων τὸ πέλαγος.

[00013]    Ἐκπλήττει καὶ μόνη τοὺς λέγοντας τῶν πραγμάτων ἡ μνήμη, δειλίαν ἐντίθησι τῇ ψυχῇ τοῦ θαυμάζοντος.

[00014]    Ἀλλ' ἔλθῃ καὶ νῦν Ζαχαρίας ὁ πατὴρ τοῦ δικαίου, ὁ καὶ τὴν σιωπὴν κατακριθεὶς καὶ διὰ τοῦτον φθεγξάμενος.

[00015]    Ἐκεῖνος ἡμῖν τὰ κατ' αὐτὸν διηγήσεται·

[00016]    εἴπῃ πῶς ἐφθέγξατο κατασχεθείσης τῆς γλώττης, πῶς ἐλάλησε χαλινωθέντος τοῦ στόματος, πῶς Ἰωάννης γεννᾶται καὶ ἡ τοῦ ἀγγέλου ἀπόφασις λύεται, πῶς ἡ τιμωρία ἐπάγεται καὶ ἡ θεραπεία παρέχεται.

[00017]    Καί, εἰ δοκεῖ, ἐπ' αὐτὴν λοιπὸν ἔλθωμεν τοῦ θαύματος τὴν ἐξήγησιν ἔχουσαν τοῦ δικαίου τὴν σύλληψιν.

[00018]    Ὁ γὰρ εὐαγγελιστὴς σύντομον αὐτοῦ τε τοῦ Ζαχαρίου καὶ Ἐλισάβετ τῆς γυναικὸς αὐτοῦ εἰσάγων τὸ κήρυγμα, πρότερον μὲν τὰς προσηγορίας αὐτῶν καὶ τὴν φύσιν καὶ τὴν ἀξίαν σημαίνει, εἶτα πολιτείας ἔπαινον καὶ τρόπον ἐπάγει, ἐν ᾧ καὶ τῆς σιωπῆς τὴν κατάκρισιν δείκνυσι καὶ τῆς εὐγλωττίας τὴν χάριν γνωρίζει.

[00019]    Καὶ ἄκουε τῶν εὐαγγελικῶν ῥημάτων·

[00020]    Οὐκ ἦν φησιν αὐτοῖς τέκνον.

[00021]    Νῦν οὐ μόνον ἐγὼ τὴν τούτων ἀτεκνίαν ὁρῶ, ἀλλὰ καὶ τὴν ἀρχαίαν εἰκόνα τῶν δικαίων γινώσκω, Ἀβραὰμ λέγω καὶ Σάρρας.

[00022]    Ἀλλὰ μανθάνω καὶ στείρωσιν τίκτουσαν, ἑτέραν παιδοποιΐαν χάριτος καὶ φύσεως, ξένον τεκνογονίας μυστήριον.

[00023]    Οὗτος γὰρ καὶ τῆς ἐπαγγελίας ὁ τρόπος ταύτης·

[00024]    Ὤφθη φησὶν ἄγγελος ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.

[00025]    Ἀξιόπιστος τῆς ὀπτασίας ὁ τόπος, ἀλήθειαν δεικνὺς καὶ οὐ πλάνην τὴν θέαν.

[00026]    Ἀλλ' ἐταράχθη φησὶ Ζαχαρίας ἰδὼν καὶ φόβος ἐπέπεσεν ἐπ' αὐτόν.

[00027]    Ὦ δειλία, τὸ τῆς ἀπιστίας προοίμιον, τὸ τῆς γνώμης σαθρόν, τῆς ψυχῆς τὸ εὐόλισθον.

[00028]    Ὅπερ αὐτὸς ὁ ἄγγελος διορθούμενος ἔφη·

[00029]    Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου.

[00030]    Ἐκβάλλει τὸν φόβον καὶ ἀντεισάγει τὸν πόθον·

[00031]    εἰπὼν γὰρ τὸ μὴ φοβοῦ οὐκ ἐσιώπησεν, ἀλλὰ καὶ τῆς εὐχῆς τὸ κέρδος ἐμήνυσεν.

[00032]    Εἰσηκούσθη φησὶν ἡ δέησίς σου.

[00033]    Καὶ ποία ἡ δέησις;

[00034]    Ἡ τῆς λευιτικῆς φυλῆς αὐτοῦ αὔξησις.

[00035]    Ἡ γυνή σου γάρ φησιν Ἐλισάβετ

[00036]    Επιτρέπετα

[00037]    γεννήσει υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην.

[00038]    Καλὸν τῆς ἐπαγγελίας τὸ κτῆμα, μέγα τῆς ὀπτασίας τὸ δῶρον.

[00039]    Ἀληθῶς Ἀβραμιαῖον τὸ καύχημα·

[00040]    ὡς γὰρ ἐκείνῳ προείρηται τῆς Σάρρας ἡ σύλληψις, οὕτως καὶ τούτῳ προκατήγγελται τῆς Ἐλισάβετ ἡ κύησις.

[00041]    Ἀλλ' ἡ μὲν πρόρρησις ἴση, οὐκ ἴση δὲ τῶν πραγμάτων ἡ τάξις·

[00042]    τοῦ γὰρ Ἀβραὰμ μηδὲν ἐκ τῆς ἐπαγγελίας πεπονθότος δεινόν, ἄφωνος μετὰ τὸν εὐαγγελισμὸν Ζαχαρίας εὑρίσκεται μὴ τῷ ἀγγέλῳ πιστεύσας καὶ σιωπὴν τὴν τιμωρίαν δεξάμενος.

[00043]    Ἰδοὺ γὰρ ἔσῃ φησὶ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου.

[00044]    Ἀνένδοτος ἡ δίκη τῷ πλημμελήσαντι, ἀνυπέρθετος ἡ τῆς τιμωρίας ὀργή.

[00045]    Οὐκ ἔδει γὰρ ἀληθῶς ἀπιστηθῆναι τὸν ἄγγελον, οὐ τὸ θυσιαστήριον εὐκαταφρόνητον ἔχειν, οὐ τὸν καιρὸν τοῦ θυμιάματος καιρὸν ἀπάτης λογίσασθαι, ὁ γὰρ ἄγγελος αὐτῷ θυμιῶντι ὤφθη , οὐ τῆς τοῦ Ἀβραὰμ ἱστορίας ἐπιλελῆσθαι.

[00046]    Καὶ τότε στεῖρα καὶ πότε γῆρας παιδοποιεῖ, εὔπειστα πανταχοῦ τὰ λεγόμενα ἐδείχθη·

[00047]    εἶχε γὰρ τῆς τοιαύτης τεκνογονίας τὸ θαῦμα οὐ μόνον στεῖραν ἀλλὰ καὶ παρθένον τίκτειν παραδόξως.

[00048]    Καὶ ἦν τὸ ἄπιστον εἰς πίστιν προγυμναζόμενον, τὸ ἀδύνατον ὡς δυνατὸν ἐθιζόμενον·

[00049]    ἔνθεν γὰρ καὶ ἐπὶ τῆς στείρας νῦν ἀπιστία κολάζεται, ἵνα ἡ ἐπὶ τῆς παρθένου θαυματουργία μὴ ἀμφιβάλληται.

[00050]    Ἔσῃ φησὶ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι.

[00051]    Ὢ τῆς φιλανθρώπου τιμωρίας διόρθωσιν μᾶλλον ἐργασαμένης τὴν κόλασιν.

[00052]    Αὐτὴν γὰρ ὁ ἄγγελος τὴν σφαλεῖσαν φωνὴν σωφρονίζει, αὐτὴν χαλινοῖ τὴν τολμήσασαν γλῶτταν.

[00053]    Ἦν γάρ φησι διανεύων καὶ ἔμεινε κωφός.

[00054]    Καλῶς καὶ τὸ ἔμεινεν ὁ εὐαγγελιστὴς συνεγράψατο·

[00055]    περιέμενε γὰρ ἡ σιωπὴ τὴν τικτομένην φωνήν, ὁ Ζαχαρίας τὸν Ἰωάννην, ὁ πρεσβύτης τὸν παῖδα, ὁ ἱερεὺς τὸν προφήτην.

[00056]    Ἀμέλει τὸ βρέφος τίκτεται καὶ ἡ φωνὴ τοῦ πατρὸς ἐπανίσταται.

[00057]    Ἐρωτώμενος γάρ φησιν ὁ Ζαχαρίας τί ἂν θέλῃ τὸ παιδίον καλεῖσθαι, ᾔτησε πινακίδιον καὶ ἔγραψε λέγων·

[00058]    Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ.

[00059]    Ὁ μὴ πιστεύσας τοῦ ἀγγέλου τοῖς λόγοις νῦν ἠναγκάσθη τὴν ὀπτασίαν ἐγγράφως κηρύττειν·

[00060]    ὁ μὴ δεξάμενος τότε ἀκοῇ τὰ ῥηθέντα νῦν νομοθετεῖ καὶ τῇ χειρὶ τὰ γινόμενα.

[00061]    Ὅθεν φησὶν ἐθαύμασαν πάντες·

[00062]    ἀνεῴχθη γὰρ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα καὶ ἐλάλει εὐλογῶν τὸν θεόν.

[00063]    Ὢ τοῦ ξένου θαύματος.

[00064]    Ὄνομα γράφεται τέκνου καὶ στόμα τοῦ πατρὸς κωφὸν διανοίγεται, Ἰωάννης καλεῖται καὶ τοῦ καλοῦντος ἡ γλῶσσα ῥυθμίζεται.

[00065]    Ὁρᾷς ὡς οὐ διημάρτομεν ἀπαραίτητον εἰπόντες καὶ ἡμεῖς τὴν παροῦσαν ἐξήγησιν.

[00066]    Ἰδοὺ αὐτὸ τοῦ δικαίου τὸ ὄνομα καὶ στόμα σιωπῶν διανοίγει καὶ γλῶσσαν δυσκίνητον διεγείρει.

[00067]    Οὕτως γὰρ καὶ δείκνυται βοῶσα ἡ τοῦ Ἰωάννου φωνή, ὅτι καὶ αὐτὸ τὸ ὄνομα φωνῆς ἐνέργεια δείκνυται.

[00068]    Ἐγώ φησι φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ·

[00069]    ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.

[00070]    Ὢ τοῦ θαύματος.

[00071]    Λόγος ἐπιδημεῖ καὶ φωνὴ προκηρύττει, δεσπότης ἔρχεται καὶ δοῦλος προαποστέλλεται, βασιλεὺς παραγίνεται καὶ στρατιώτης προετοιμάζεται.

[00072]    Ἀλλὰ τί νῦν προλαβὼν τὸ τῆς ἐρήμου κήρυγμα λέγω ἔχων ἑτέραν ξένην τινὰ καὶ μεγάλην τῶν προοιμίων φωνήν;

[00073]    Ἔργα ἐστὶ πρῶτα ῥημάτων ἀνώτερα.

[00074]    Ἔτι γὰρ οἰκῶν ὁ βαπτιστὴς ἐν τῇ γαστρὶ τῆς μητρός, ἔτι τοῖς τῆς φύσεως δεσμοῖς κατεχόμενος, ἔτι τοῖς μητρικοῖς σπαργάνοις ἐνειλημένος, σκιρτήματι τὴν τοῦ δεσπότου βοᾷ παρουσίαν.

[00075]    Ἐγένετο γάρ φησιν ὡς ἤκουσε τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς.

[00076]    Βλέπε τοῦ μυστηρίου τὸ ξένον·

[00077]    οὔπω γεννᾶται τὸ βρέφος καὶ ἐν τῇ κοιλίᾳ αὐτῆς τῷ σκιρτήματι φθέγγεται, οὔπω βοᾶν συγχωρεῖται καὶ δι' ἔργων ἀκούεται, οὔπω μανθάνει τὸν βίον καὶ τὸν θεὸν προκηρύττει, οὔπω γινώσκει τὴν κτίσιν καὶ τὸν δημιουργὸν προμηνύει, οὔπω βλέπει τὸ φῶς καὶ γνωρίζει τὸν ἥλιον, οὔπω τίκτεται καὶ προτρέχειν ἐπείγεται.

[00078]    Επιτρέπετα

[00079]    Οὐ γὰρ φέρει παρόντος τοῦ δεσπότου κατέχεσθαι, οὐ περιμένει τοῦ τόκου τοὺς ὅρους, οὐ τὸν καιρὸν τοῦ κηρύγματος, ἀλλὰ ῥῆξαι φιλονεικεῖ καὶ τὸ τῆς γαστρὸς δεσμωτήριον, προμηνύσαι σπουδάζει τὸν δεσπότην ἐρχόμενον.

[00080]    «Ὁ λύων» φησὶ «τοὺς δεσμοὺς παρεγένετο, καὶ τί ἐγὼ δεδεμένος κατέχομαι;

[00081]    Ἦλθεν ὁ τῷ λόγῳ κατασκευάζων τὰ σύμπαντα, καὶ τί ἔτι ἐγὼ περιμένω τοὺς νόμους τῆς φύσεως;» «Ἐξέλθω» φησί, «προδράμω, κηρύξω, βοήσω·

[00082]    Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου».

[00083]    Ἀλλὰ τί τῷ θερμῷ ζήλῳ τοῦ βρέφους καὶ ὁ ἡμέτερος σήμερον συνεκτείνεται λόγος;

[00084]    Ἐπίσχωμεν δέ, εἰ δοκεῖ, νῦν τέως καὶ τὴν γλῶσσαν ἀρκούντως μετὰ τοῦ βρέφους σκιρτήσασαν.

[00085]    Καλὸν γὰρ συμμετρεῖν καὶ τῷ καιρῷ τὴν ἐξήγησιν καὶ ἐντρυφᾶν μὲν ἤδη τοῖς ὁπωσοῦν εἰρημένοις, περιμένειν δὲ σὺν θεῷ καὶ τὴν τῶν καθεξῆς θεωρίαν.

[00086]    Οὔτε γὰρ τοὺς ὅρους τοῦ τόκου ὁ βαπτιστὴς ἐβιάσατο τῷ σκιρτήματι, ἀλλ' ἔμεινε καὶ αὐτὸς τὸν προσήκοντα χρόνον, εἰδὼς ὅτι καὶ τοῦτον δι' ἡμᾶς μετ' αὐτὸν ὁ δεσπότης πληρώσει·

[00087]    ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00088]    Ἀμήν.

[00089]    Επιτρέπετα


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De nativitate Joannis Baptistae [1]
Litterarum Omnium Conspectus: 111 Litterae, quae repetitae sunt in 6,327 occasionibus



α

0945 

471   

Α

0913 

1   

β

0946 

41   

Β

0914 

1   

γ

0947 

169   

Γ

0915 

0   

δ

0948 

94   

Δ

0916 

0   

ε

0949 

330   

Ε

0917 

4   

ζ

0950 

17   

Ζ

0918 

7   

η

0951 

121   

Η

0919 

0   

θ

0952 

80   

Θ

0920 

0   

ι

0953 

302   

Ι

0921 

0   

κ

0954 

196   

Κ

0922 

10   

λ

0955 

154   

Λ

0923 

1   

μ

0956 

186   

Μ

0924 

3   

ν

0957 

501   

Ν

0925 

1   

ξ

0958 

23   

Ξ

0926 

0   

ο

0959 

380   

Ο

0927 

6   

π

0960 

186   

Π

0928 

3   

ρ

0961 

247   

Ρ

0929 

0   

ς

0962 

255   

΢

0930 

0   

σ

0963 

226   

Σ

0931 

2   

τ

0964 

566   

Τ

0932 

2   

υ

0965 

101   

Υ

0933 

0   

φ

0966 

66   

Φ

0934 

0   

χ

0967 

51   

Χ

0935 

1   

ψ

0968 

7   

Ψ

0936 

0   

ω

0969 

106   

Ω

0937 

0   

8164 

0   

 

  

0   

8165 

5   

8172 

   



 ά 

 8049 

 73 

 έ 

 8051 

 82 

 ή 

 8053 

 42 

 ί 

 8055 

 123 

 ό 

 8057 

 77 

 ύ 

 8059 

 52 

 ώ 

 8061 

 17 

 ὰ 

 8048 

 43 

 ὲ 

 8050 

 7 

 ὴ 

 80852 

 53 

 ὶ 

 8054 

 90 

 ὸ 

 8056 

 84 

 ὺ 

 8058 

 17 

 ὼ 

 8060 

 9 

 ᾶ 

 8118 

 6 

   

   

 0 

 ῆ 

 8134 

 49 

 ῖ 

 8150 

 39 

   

   

 0 

 ῦ 

 8166 

 65 

 ῶ 

 8182 

 43 

 ἀ 

 7936 

 37 

 ἐ 

 7952 

 67 

 ἠ 

 7968 

 1 

 ἰ 

 7984 

 20 

 ὀ 

 8000 

 4 

 ὐ 

 8016 

 52 

 ὠ 

 8032 

 0 

 ἁ 

 7937 

 3 

 ἑ 

 7953 

 5 

 ἡ 

 7969 

 30 

 ἱ 

 7985 

 3 

 ὁ 

 8001 

 26 

 ὑ 

 8017 

 2 

 ὡ 

 8033 

 4 

 ἂ 

 7938 

 1 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 0 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 0 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 0 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 0 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 10 

 ἔ 

 7956 

 21 

 ἤ 

 7972 

 2 

 ἴ 

 7988 

 4 

 ὄ 

 8004 

 5 

 ὔ 

 8020 

 9 

 ὤ 

 8036 

 1 

 ἅ 

 7941 

 0 

 ἕ 

 7957 

 0 

 ἥ 

 7973 

 1 

 ἵ 

 7989 

 1 

 ὅ 

 8005 

 4 

 ὕ 

 8021 

 2 

 ὥ 

 8037 

 0 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 2 

 ἶ 

 7990 

 2 

   

   

 0 

 ὖ 

 8022 

 0 

 ὦ 

 8038 

 0 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 1 

 ἷ 

 7991 

 0 

   

   

 0 

 ὗ 

 8023 

 1 

 ὧ 

 8039 

 1 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 1 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 2 

 ᾳ 

 8115 

 3 

   

   

 0 

 ῃ 

 8131 

 5 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 10 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 1 

 ᾷ 

 8119 

 2 

   

   

 0 

 ῇ 

 8135 

 10 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 14 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De nativitate Joannis Baptistae [1]
Verborum Omnium Conspectus: 641Verba, quae repetita sunt in 1,226,723 occasionibus





Ἀβραὰμ [00021] [00042] [00045]
Ἀβραμιαῖον [00039]
ἄγγελον [00045]
ἄγγελος [00024] [00028] [00045] [00052]
ἀγγέλου [00016] [00059]
ἀγγέλῳ [00042]
ἄγεται [00004]
ἁγίοις [00001]
ἁγίου [00001]
ἀδύνατον [00048]
αἴρων [00082]
αἰῶνας [00087]
αἰώνων [00087]
ἀκοῇ [00060]
ἄκουε [00019]
ἀκούεται [00077]
ἀληθείᾳ [00007]
ἀλήθειαν [00025]
ἀληθῶς [00045]
Ἀληθῶς [00039]
ἀλλ [00086]
Ἀλλ [00014] [00026] [00041]
ἀλλὰ [00021] [00031] [00047] [00079]
Ἀλλὰ [00005] [00022] [00072] [00083]
ἁμαρτίαν [00082]
Ἀμέλει [00056]
Ἀμήν [00088]
ἀμνὸς [00082]
ἀμφιβάλληται [00049]
ἂν [00057]
ἀναγκαίως [00004]
Ἀνένδοτος [00044]
ἀνεῴχθη [00062]
ἀνθ [00043]
ἀντεισάγει [00030]
ἀνυπέρθετος [00044]
ἀνώτερα [00073]
ἀξίαν [00018]
Ἀξιόπιστος [00025]
ἀπαραίτητον [00065]
Ἀπαραίτητος [00002]
ἀπάτης [00045]
ἀπιστηθῆναι [00045]
ἀπιστία [00049]
ἀπιστίας [00027]
ἄπιστον [00048]
ἀποτίσωμεν [00005]
ἀπόφασις [00016]
ἀρκούντως [00084]
ἀρχαίαν [00021]
ἀρχιεπισκόπου [00001]
ἀσίγητον [00002]
ἀσκούμενος [00007]
ἀσπασμὸν [00075]
ἀτεκνίαν [00021]
αὔξησις [00034]
Αὐτὴν [00052]
αὐτὴν [00017] [00052]
αὐτῆς [00075] [00077]
αὐτὸ [00066] [00067]
αὐτοῖς [00020]
αὐτὸν [00007] [00007] [00015] [00086]
αὐτόν [00026]
αὐτὸς [00028] [00086]
αὐτοῦ [00006] [00018] [00018] [00034] [00037] [00058] [00062] [00069]
αὐτῷ [00007] [00045]
αὐτῶν [00018]
ἄφωνος [00042]
ἄχρι [00043]


βαπτίζει [00007]
βαπτιζομένους [00007]
βαπτίζων [00007]
βάπτισμα [00007]
βαπτιστὴν [00002]
βαπτιστὴς [00074] [00086]
βαπτιστοῦ [00001]
βασιλεὺς [00071]
βίον [00077]
Βλέπε [00076]
βλέπει [00077]
βοᾷ [00074]
βοᾶν [00077]
βοήσω [00081]
βοῶν [00007]
βοῶντος [00003] [00068]
βοῶσα [00067]
βρέφος [00056] [00075] [00077]
βρέφους [00083] [00084]


γὰρ [00002] [00007] [00012] [00018] [00023] [00031] [00040] [00042] [00043] [00045] [00045] [00047] [00049] [00052] [00055] [00062] [00067] [00074] [00079] [00085] [00086]
γάρ [00003] [00035] [00053] [00057] [00075]
γαστρὶ [00074]
γαστρὸς [00079]
γενέθλιον [00001]
γένηται [00043]
γεννᾶται [00016] [00077]
γεννήσει [00037]
γῆρας [00046]
γινόμενα [00060]
γινώσκει [00077]
γινώσκω [00021]
γλῶσσα [00062] [00064]
γλῶσσαν [00066] [00084]
γλῶτταν [00009] [00052]
γλώττης [00016]
γνώμης [00027]
γνωρίζει [00018] [00077]
γράφεται [00064]
γυναικὸς [00018]
γυνή [00035]


δὲ [00004] [00041] [00085]
δέ [00084]
δεδεμένος [00080]
δέησίς [00029] [00032]
δέησις [00033]
δεικνὺς [00025]
δείκνυσι [00018]
δείκνυται [00067] [00067]
δειλία [00027]
δειλίαν [00013]
δεινόν [00042]
δεξάμενος [00042] [00060]
δεξιῶν [00024]
δεσμοῖς [00074]
δεσμοὺς [00080]
δεσμωτήριον [00079]
δεσπότην [00007] [00007] [00007] [00079]
δεσπότης [00071] [00086]
δεσπότου [00074] [00079]
δέχεται [00007]
δημιουργὸν [00077]
δι [00077] [00086]
διὰ [00014]
διανεύων [00053]
διανοίγει [00066]
διανοίγεται [00064]
διδασκαλίας [00002]
διδόναι [00007]
διεγείρει [00011] [00066]
διηγήσεται [00015]
διημάρτομεν [00065]
δικαίου [00014] [00017] [00066]
δικαίῳ [00005]
δικαίων [00021]
δίκη [00044]
διορθούμενος [00028]
διόρθωσιν [00051]
διότι [00029]
διψῶντας [00007]
δοκεῖ [00017] [00084]
δόξα [00087]
δοῦλος [00071]
δυνάμενος [00043] [00050]
δυνατὸν [00048]
δυσκίνητον [00066]
δῶρον [00038]


ἑαυτοῦ [00007]
ἐβιάσατο [00086]
ἐγγράφως [00059]
Ἐγένετο [00075]
ἐγκωμίων [00012]
ἔγραψε [00057]
ἐγὼ [00003] [00021] [00080] [00081]
Ἐγώ [00068]
ἔδει [00045]
ἐδείχθη [00046]
ἐθαύμασαν [00061]
ἐθιζόμενον [00048]
εἰ [00017] [00084]
εἰδὼς [00086]
εἰκόνα [00021]
εἰπεῖν [00010]
εἴπῃ [00016]
εἰπόντες [00065]
εἰπὼν [00031]
εἰρημένοις [00085]
εἰς [00001] [00048] [00087]
εἰσάγων [00018]
Εἰσηκούσθη [00032]
εἰσηκούσθη [00029]
εἶτα [00018]
εἶχε [00047]
ἐκ [00024] [00042]
Ἐκβάλλει [00030]
ἐκδιδάσκει [00007]
ἐκεῖνον [00007]
Ἐκεῖνος [00015]
ἐκείνῳ [00040]
Ἐκπλήττει [00013]
ἐλάλει [00062]
ἐλάλησε [00016]
ἐλέγχει [00007]
ἔλθῃ [00014]
ἔλθωμεν [00017]
Ἐλισάβετ [00018] [00035] [00040] [00075]
ἐλπὶς [00011]
ἔμεινε [00053] [00086]
ἔμεινεν [00054]
ἐμήνυσεν [00031]
ἐν [00001] [00003] [00007] [00009] [00018] [00068] [00074] [00075] [00077]
ἐνειλημένος [00074]
ἐνέργεια [00067]
ἔνθεν [00049]
ἐντίθησι [00013]
ἐντρυφᾶν [00085]
Ἐξέλθω [00081]
ἐξήγησιν [00017] [00065] [00085]
ἐξήγησις [00002]
ἐπ [00017] [00026]
ἐπαγγελίας [00023] [00038] [00042]
ἐπάγει [00018]
ἐπάγεται [00016]
ἔπαινον [00018]
ἐπανίσταται [00056]
ἐπείγει [00007]
ἐπείγεται [00077]
ἐπέπεσεν [00026]
ἐπὶ [00049] [00049]
ἐπιγινώσκειν [00007]
ἐπιδημεῖ [00071]
ἐπιλελῆσθαι [00045]
ἐπίστευσας [00043]
Ἐπίσχωμεν [00084]
Επιτρέπετα [00036] [00078] [00089]
Ἔργα [00073]
ἐργασαμένης [00051]
ἔργων [00077]
ἐρήμοις [00007]
ἐρήμου [00002] [00072]
ἐρήμῳ [00003] [00068]
ἔρχεται [00071]
ἐρχόμενον [00079]
Ἐρωτώμενος [00057]
ἔσῃ [00043]
Ἔσῃ [00050]
ἐσιώπησεν [00031]
ἐσκίρτησε [00075]
ἐστὶ [00058] [00073]
ἑστὼς [00024]
ἐταράχθη [00026]
ἑτέραν [00022] [00072]
ἔτι [00007] [00074] [00074] [00081]
Ἔτι [00074]
ἑτοιμάσατε [00069]
εὐαγγελίζεται [00007]
εὐαγγελικῶν [00019]
εὐαγγελισμὸν [00042]
εὐαγγελιστὴς [00018] [00054]
εὐγλωττίας [00018]
εὐθείας [00069]
εὐκαταφρόνητον [00045]
εὐλογῶν [00062]
εὐόλισθον [00027]
εὔπειστα [00046]
εὑρίσκεται [00042]
εὐχῆς [00031]
ἔφη [00028]
ἐφθέγξατο [00016]
ἔχει [00002]
ἔχειν [00045]
ἔχουσαν [00017]
ἔχων [00072]


Ζαχαρία [00029]
Ζαχαρίας [00014] [00026] [00042] [00055] [00057]
Ζαχαρίου [00018]
ζήλῳ [00083]


[00002] [00004] [00013] [00016] [00016] [00016] [00029] [00032] [00033] [00040] [00040] [00041] [00041] [00044] [00044] [00049] [00055] [00056] [00062] [00064] [00067] [00075] [00087]
[00034] [00035]
ἤδη [00085]
ἤκουσε [00075]
Ἦλθεν [00081]
ἥλιον [00077]
ἡμᾶς [00086]
ἡμεῖς [00005] [00065]
ἡμέρας [00043]
ἡμέτερος [00083]
ἡμῖν [00015]
ἡμῶν [00001]
ἦν [00020] [00048]
Ἦν [00053]
ἠναγκάσθη [00059]
Ἡρώδην [00007]
ἧς [00043]
ᾔτησε [00057]


θαῦμα [00047]
θαυμάζοντος [00013]
θαυμάσωμεν [00008]
θαύματος [00017] [00063] [00070]
θαυματουργεῖ [00007]
θαυματουργία [00049]
θέαν [00025]
θέλῃ [00057]
θεὸν [00077]
θεόν [00062]
θεοῦ [00082]
θεραπεία [00016]
θερμῷ [00083]
θεῷ [00085]
θεωρεῖ [00007]
θεωρίαν [00085]
θυμιάματος [00024] [00045]
θυμιῶντι [00045]
θυσιαστήριον [00045]
θυσιαστηρίου [00024]


Ἴδε [00082]
Ἰδοὺ [00043] [00066]
ἰδὼν [00026]
ἱερεὺς [00055]
ἵνα [00049]
ἴση [00041] [00041]
ἱστορίας [00045]
ἰσχυρότερον [00007]
ἰσχύσωμεν [00010]
Ἰωάννην [00002] [00037] [00055]
Ἰωάννης [00016] [00058] [00064]
Ἰωάννου [00001] [00001] [00067]


καθεξῆς [00085]
καιρὸν [00045] [00045] [00079]
καιρῷ [00085]
καλεῖσθαι [00057]
καλεῖται [00064]
καλέσεις [00037]
Καλὸν [00038] [00085]
καλοῦντος [00064]
Καλῶς [00054]
κατ [00015]
κατακριθεὶς [00014]
κατάκρισιν [00018]
κατασκευάζων [00081]
κατασχεθείσης [00016]
κατέχεσθαι [00079]
κατέχομαι [00080]
κατεχόμενος [00074]
κατορθώμασιν [00006]
κατορθωμάτων [00012]
καύχημα [00039]
κέρδος [00031]
κεχρεώστηται [00004]
κήρυγμα [00018] [00072]
κηρύγματος [00079]
κηρύξω [00081]
κηρύττει [00007] [00007]
κηρύττειν [00059]
κινήσωμεν [00009]
κοιλίᾳ [00075] [00077]
κολάζεται [00049]
κόλασιν [00051]
κόσμου [00082]
κτῆμα [00038]
κτίσιν [00077]
κύησις [00040]
Κυκλούμεθα [00006]
κυοφορούμενος [00007]
κυρίου [00069]
Κωνσταντινουπόλεως [00001]
κωφὸν [00064]
κωφός [00053]


λαλῆσαι [00043] [00050]
λαοὺς [00007]
λεγόμενα [00046]
λέγοντας [00013]
λέγω [00021] [00072]
λέγων [00057]
λευιτικῆς [00034]
λογίσασθαι [00045]
λόγοις [00008] [00043] [00059]
Λόγος [00071]
λόγος [00002] [00083]
λόγῳ [00081]
λόγων [00004]
λοιπὸν [00017]
λύεται [00016]
λύων [00080]


μακαριζόμενον [00007]
μᾶλλον [00051]
μανθάνει [00077]
μανθάνω [00022]
Μαρίας [00075]
μαρτυρεῖ [00007]
Μέγα [00012]
μέγα [00012] [00038]
μεγάλην [00072]
μὲν [00018] [00041] [00085]
μεσιτεύει [00007]
μετ [00086]
μετανοίας [00007]
μηδὲν [00042]
μηνύει [00007]
μητρικοῖς [00074]
μητρός [00074]
μνήμη [00004] [00013]
μόνη [00013]
μόνον [00021] [00047]
μου [00043]
μυστήριον [00022]
μυστηρίου [00076]


νομοθετεῖ [00060]
νόμους [00081]
νόμῳ [00007]
νουθετεῖ [00007]
Νῦν [00021]
νῦν [00014] [00049] [00059] [00060] [00072] [00084]


ξένην [00072]
ξένον [00022] [00076]
ξένου [00063]


[00002] [00014] [00014] [00023] [00025] [00028] [00045] [00052] [00054] [00055] [00055] [00055] [00057] [00060] [00074] [00081] [00082] [00082] [00083] [00086] [00086]
[00018] [00059] [00080]
ὁδηγεῖ [00007]
ὁδὸν [00069]
Ὅθεν [00061]
οἰκῶν [00074]
ὁμολογεῖ [00007]
ὄνομα [00037] [00058] [00066] [00067]
Ὄνομα [00064]
Ὅπερ [00028]
Ὅπου [00004]
ὀπτασίαν [00059]
ὀπτασίας [00025] [00038]
ὁπωσοῦν [00085]
Ὁρᾷς [00065]
ὀργή [00044]
ὅρους [00079] [00086]
ὁρῶ [00021]
ὅτι [00067] [00086]
Οὐ [00079]
οὐ [00021] [00025] [00045] [00045] [00045] [00047] [00065] [00079] [00079]
Οὐκ [00020] [00045]
οὐκ [00031] [00041] [00043]
οὔπω [00077] [00077] [00077] [00077] [00077] [00077]
Οὔτε [00086]
Οὗτος [00023]
Οὕτως [00067]
οὕτως [00040]
ὄχλους [00007]


παῖδα [00055]
παιδίον [00057]
παιδοποιΐαν [00022]
παιδοποιεῖ [00046]
πανταχόθεν [00006]
πανταχοῦ [00046]
πάντες [00061]
παραγενόμενον [00007]
παραγίνεται [00071]
παραδόξως [00047]
παραλίπωμεν [00010]
παρανομοῦντα [00007]
παραυτίκα [00007]
παραχρῆμα [00062]
παρεγένετο [00080]
παρέχεται [00016]
παρθένον [00047]
παρθένου [00049]
παρόντος [00079]
παροῦσαν [00065]
παρουσίαν [00074]
πατὴρ [00014]
πατρὸς [00001] [00056] [00064]
πέλαγος [00012]
πεπονθότος [00042]
περὶ [00010]
περιέμενε [00055]
περιμένει [00079]
περιμένειν [00085]
περιμένω [00081]
πινακίδιον [00057]
πιστεύοντας [00007]
πιστεύσας [00042] [00059]
πίστιν [00048]
πλάνην [00025]
πλάτος [00012]
πλημμελήσαντι [00044]
πληρώσει [00086]
πνεύματι [00007]
πόθον [00030]
Ποία [00011]
ποία [00033]
Ποίαν [00009]
ποίαν [00005]
ποιεῖτε [00069]
Ποίοις [00008]
πολιτείας [00018]
πότε [00046]
πραγμάτων [00013] [00041]
πρέπει [00087]
πρεσβύτης [00055]
προαγόμενος [00007]
προαποστέλλεται [00071]
προγυμναζόμενον [00048]
προδράμω [00081]
προδρόμου [00001]
προείρηται [00040]
προετοιμάζεται [00071]
προκατήγγελται [00040]
προκηρύττει [00071] [00077]
προκόπτει [00007]
προλαβὼν [00072]
προμηνύει [00077]
προμηνύσαι [00079]
προοίμιον [00027]
προοιμίων [00072]
πρόρρησις [00041]
πρὸς [00007]
προσάγει [00007]
προσηγορίας [00018]
προσήκοντα [00086]
προστρέχειν [00007]
πρότερον [00018]
προτρέχειν [00077]
προφητευθέντα [00007]
προφήτην [00055]
πρῶτα [00073]
πῶς [00016] [00016] [00016] [00016]


ῥηθέντα [00060]
ῥημάτων [00019] [00073]
ῥῆξαι [00079]
ῥυθμίζεται [00064]


σαθρόν [00027]
Σάρρας [00021] [00040]
σημαίνει [00018]
σήμερον [00002] [00083]
σιωπὴ [00055]
σιωπὴν [00014] [00042]
σιωπῆς [00018]
σιωπῶν [00043] [00050] [00066]
σκιρτήματι [00074] [00077] [00086]
σκιρτήσασαν [00084]
σου [00029] [00032] [00035]
σπαργάνοις [00074]
σπουδάζει [00079]
στεῖρα [00046]
στεῖραν [00047]
στείρας [00049]
στείρωσιν [00022]
στόμα [00062] [00064] [00066]
στόματος [00016]
στρατιώτης [00071]
συγχωρεῖται [00077]
σύλληψιν [00017]
σύλληψις [00040]
συμμετρεῖν [00085]
σύμπαντα [00081]
συμφέρον [00007]
σὺν [00085]
συνεγράψατο [00054]
συνεκτείνεται [00083]
σύντομον [00018]
σφαλεῖσαν [00052]
σωφρονίζει [00052]


τὰ [00015] [00046] [00060] [00060] [00081]
ταῖς [00007]
τάξις [00041]
τὰς [00018] [00069]
ταῦτα [00008] [00043]
ταύτης [00023]
τε [00018]
τεκνογονίας [00022] [00047]
τέκνον [00020]
τέκνου [00064]
τέλος [00007] [00007]
τελώνας [00007]
τέως [00084]
τῇ [00003] [00007] [00013] [00060] [00068] [00074] [00075] [00077]
τὴν [00002] [00007] [00014] [00017] [00017] [00018] [00018] [00018] [00018] [00021] [00021] [00025] [00042] [00051] [00052] [00052] [00055] [00059] [00065] [00069] [00074] [00077] [00082] [00084] [00085] [00085]
τῆς [00002] [00002] [00007] [00016] [00018] [00018] [00018] [00023] [00025] [00027] [00027] [00027] [00031] [00034] [00038] [00038] [00040] [00040] [00042] [00044] [00045] [00047] [00049] [00049] [00051] [00072] [00074] [00074] [00075] [00079] [00081]
Τί [00010]
τί [00010] [00057] [00072] [00080] [00081] [00083]
τίκτειν [00047]
τίκτεται [00056] [00077]
τικτομένην [00055]
τικτόμενος [00007]
τίκτουσαν [00022]
τιμὴ [00004]
τιμὴν [00005]
τιμωρία [00016]
τιμωρίαν [00042]
τιμωρίας [00044] [00051]
τινὰ [00072]
τὸ [00001] [00007] [00007] [00007] [00012] [00012] [00018] [00027] [00027] [00027] [00031] [00031] [00037] [00038] [00038] [00039] [00045] [00047] [00048] [00048] [00054] [00056] [00057] [00058] [00062] [00066] [00067] [00072] [00075] [00076] [00077] [00077] [00079]
τοιαύτης [00047]
τοῖς [00006] [00043] [00059] [00074] [00074] [00085]
τόκου [00079] [00086]
τολμήσασαν [00052]
τὸν [00002] [00007] [00007] [00007] [00007] [00030] [00030] [00042] [00045] [00045] [00055] [00055] [00055] [00062] [00075] [00077] [00077] [00077] [00077] [00079] [00079] [00086]
τόπος [00025]
τότε [00046] [00060]
Τοῦ [00001]
τοῦ [00001] [00001] [00001] [00013] [00014] [00016] [00016] [00017] [00017] [00018] [00024] [00024] [00042] [00045] [00045] [00056] [00059] [00063] [00064] [00064] [00066] [00067] [00070] [00074] [00076] [00079] [00079] [00079] [00082] [00082] [00083] [00084] [00086]
τοὺς [00007] [00007] [00007] [00013] [00079] [00080] [00081] [00086] [00087]
τούτοις [00009]
τοῦτον [00014] [00086]
τούτους [00011]
τούτῳ [00005] [00040]
τούτων [00010] [00010] [00021]
τρέφεται [00007]
τρέχων [00007]
τριάδος [00007]
τρίβους [00069]
τρόπον [00018]
τρόπος [00023]
τῷ [00005] [00007] [00042] [00044] [00077] [00081] [00083] [00085] [00086]
τῶν [00004] [00012] [00012] [00013] [00019] [00021] [00041] [00072] [00085] [00087]


υἱὸν [00037]
ὑποδείκνυσι [00007]


φέρει [00079]
φησὶ [00026] [00043] [00050] [00080]
φησί [00081]
φησι [00003] [00053] [00068]
φησὶν [00024] [00032] [00061]
φησιν [00020] [00035] [00057] [00075]
φθέγγεται [00077]
φθεγξάμενος [00014]
φιλανθρώπου [00051]
φιλονεικεῖ [00079]
φόβον [00030]
φόβος [00026]
φοβοῦ [00029] [00031]
φυλῆς [00034]
φύσεως [00022] [00074] [00081]
φύσιν [00018]
φωνὴ [00003] [00056] [00068] [00071]
φωνή [00067]
φωνὴν [00052]
φωνήν [00002] [00055] [00072]
φωνῆς [00004] [00067]
φῶς [00077]


χαλινοῖ [00052]
χαλινωθέντος [00016]
χάριν [00007] [00018]
χάριτι [00007]
χάριτος [00022]
χειρὶ [00060]
χρόνον [00086]
Χρυσοστόμου [00001]


ψυχῇ [00013]
ψυχῆς [00027]


[00051] [00063] [00070]
[00027]
[00018] [00087]
ὧν [00043]
ὡς [00040] [00048] [00065] [00075]
ὤφθη [00045]